6/6/15

Εορτή Αποστόλου Βαρνάβα, ιδρυτού και προστάτου της Εκκλησίας της Κύπρου

Εορτή Αποστόλου Βαρνάβα, ιδρυτού και προστάτου της Εκκλησίας της Κύπρου

Την Πέμπτη, 11 Ιουνίου 2015, ημέρα μνήμης του Ιδρυτού της Αποστολικής Εκκλησίας της Κύπρου, Αποστόλου Βαρνάβα, θα τελεσθεί Συνοδικό Αρχιερατικό συλλείτουργο στον πανηγυρίζοντα ιερό ναό Αποστόλου Βαρνάβα Δασουπόλεως, προϊσταμένου της Α. Μ. του Αρχιεπισκόπου Κύπρου κ. κ. Χρυσοστόμου.

*****************************************

Απολυτίκιο Ήχος α΄
Το μέγα κλέος της Κύπρου, της Οικουμένης τον κήρυκα,
των Αντιοχέων τον πρώτον της χριστωνύμου κλήσεως αρχιτέκτονα,
της Ρώμης τον κλεινόν εισηγητήν, και θείον των εθνών σαγηνευτήν,
το της χάριτος δοχείον του Παρακλήτου Πνεύματος τον επώνυμον,
Απόστολον τον μέγαν, τον του θείου Παύλου συνέκδημον,
των εβδομήκοντα πρώτον, των δώδεκα ισοστάσιον
πάντες συνελθόντες σεπτώς οι πιστοί, τον Βαρνάβαν άσμασι στέψωμεν,
πρεσβεύει γαρ Κυρίω, ελεηθήναι τάς ψυχάς ημών
Έτερον Απολυτίκιο Ήχος γ΄
Θεία ὄργανα, τοῦ Παρακλήτου, καὶ ἐκφάντορες, τοῦ Θεοῦ Λόγου, ἀνεδείχθητε θεόπται Ἀπόστολοι, Βαρθολομαῖε τῶν Δώδεκα σύσκηνε, καὶ Βαρνάβα ὡς υἱὸς παρακλήσεως. Ἀλλὰ αἰτήσασθε, Χριστὸν τὸν Θεὸν πανεύφημοι, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Κοντάκιον Ήχος δ΄
Ὤφθης μέγας ἤλιος τῇ οἰκουμένῃ, διδαγμάτων λάμψεσι, καὶ θαυμασίων φοβερῶν, φωταγωγῶν τοὺς τιμώντάς σε, Βαρθολομαῖε Κυρίου Ἀπόστολε.
Κάθισμα Ήχος δ΄
Ὡς οὐρανὸς περικαλὴς διηγήσω, Βαρθολομαῖε ἐπὶ γῆς θείαν δόξαν, τῆς τοῦ Θεοῦ σαρκώσεως πανεύφημε, φαίνων ὥσπερ ἥλιος, τὰς ἐν ζόφῳ καρδίας, λύων τὴν σκοτόμαιναν, τῶν κακίστων δαιμόνων, ἀλλὰ εὐχαῖς σου φώτισον ἡμᾶς, σοῦ τὴν φωσφόρον τελοῦντας πανήγυριν.
Οίκος
Ἐμυήθης τοῦ Λόγου μαθητά, τοὺς λόγους τοὺς ἁγίους, καὶ τοὺς πάλαι ἀλογίᾳ δεινῶς καθυπαχθέντας τέκνα εἰργάσω τοῦ φωτός. Ἥπλωσας εἰς βάθη ἀγνωσίας τὰ σεπτὰ καὶ ἱερά σου δίκτυα, καὶ ἔλαβες τὰ ἔθνη ὑπήκοα, τὰς κεχερσωμένας ἀπάτῃ διανοίας ἐνέωσας τῷ θείῳ ἀρότρῳ. Ἐξήρανας τὸν φλογμὸν τῆς πολυθεΐας, δροσισμῷ σου τῆς φαιδρᾶς θεηγορίας υἱοὺς Θεοῦ, τοὺς πρὶν ὀργῆς τέκνα ἐργασάμενος, Βαρθολομαῖε Κυρίου Ἀπόστολε.
Μεγαλυνάριον
Ὑμνήσωμεν πάντες χαρμονικῶς, τὸν τῆς Ἐκκλησίας, πρωτεργάτην καὶ ἀθλητήν, Βαρνάβαν τὸν θεῖον, ἀπόστολον τὸν μέγαν, χριστιανῶν τὸ κλέος ᾄσμασι στέφοντες.